Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων· δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς, ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο, στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν. ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς