<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="588">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.</l><l n="589">ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,</l><l n="590">ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ</l><l n="591">ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,</l><l n="592">τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.</l><l n="593">Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="594">ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον</l><l n="595">Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων</l><l n="596">ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.</l><l n="597">τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ</l><l n="598">στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·</l><l n="599">δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,</l><l n="600">ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,</l><l n="601">στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ</l><l n="602">ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.</l><l n="603">ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="604">Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς</l><l n="605">Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="606">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="607">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><l n="608">Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·</l><l n="609">ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.</l><l n="610">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="611">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="612">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="613">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="614">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="615">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="616">Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·</l><q><l n="617">Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα</l><l n="618">ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.</l></q><milestone ed="p" n="619" unit="card"/><l n="619"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·</l><q><l n="620">Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα</l><l n="621">πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα</l><l n="622">ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.</l><l n="623">εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,</l><l n="624">αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς</l><l n="625">εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="626"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="627">Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;</l><l n="628">ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι</l><l n="629">νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.</l><l n="630">ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·</l><l n="631">τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.</l></q><l n="632"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="633">τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει</l><l n="634">οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,</l><l n="635">ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="636">χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,</l><l n="637">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.</l><l n="638">οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον</l><l n="639">ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν</l><l n="640">ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.</l><l n="641">οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι</l><l n="642">σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας</l><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l><l n="645">τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,</l><l n="646">ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,</l><l n="647">πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,</l><l n="648">ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="649">αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ</l><l n="650">χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,</l><l n="651">ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.</l><l n="652">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="653">ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="654">ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν</l><l n="655">ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="656">Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·</l><l n="657">ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους</l><l n="658">Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.</l><milestone ed="p" n="659" unit="card"/><l n="659">ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν</l><l n="660">πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ</l><l n="661">κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ</l><l n="662">κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.</l><l n="663">οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο</l><l n="664">χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας</l><l n="665">δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.</l><l n="666">καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="667">εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον</l><l n="668">ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα</l><l n="669">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι</l><l n="670">χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·</l><l n="671">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι</l><l n="672">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="673">θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,</l><l n="674">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="675">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.</l><l n="677">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,</l><l n="678">αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας</l><l n="679">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι</l><l n="680">χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·</l><l n="681">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,</l><l n="682">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l></div></div></body></text></TEI>