ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί. Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον