<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="577">τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ</l><l n="578">χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="579">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ</l><l n="580">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="581">Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,</l><l n="582">ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς</l><l n="583">ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·</l><l n="584">ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε</l><l n="585">ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.</l><l n="586">καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν</l><l n="587">αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.</l><l n="588">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.</l><l n="589">ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,</l><l n="590">ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ</l><l n="591">ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,</l><l n="592">τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.</l><l n="593">Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="594">ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον</l><l n="595">Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων</l><l n="596">ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.</l><l n="597">τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ</l><l n="598">στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·</l></div></div></body></text></TEI>