τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο, ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε· ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί. Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·