<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="575">οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι</l><l n="576">Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.</l><l n="577">τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ</l><l n="578">χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="579">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ</l><l n="580">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="581">Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,</l><l n="582">ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς</l><l n="583">ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·</l><l n="584">ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε</l></div></div></body></text></TEI>