οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο, ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε· ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε