<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="565">σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι</l><l n="566">δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.</l><l n="567">Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,</l><l n="568">ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.</l><milestone ed="p" n="569" unit="card"/><l n="569"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="570">βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν</l><l n="571">υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,</l><l n="572">ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε</l><l n="573">τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας</l><l n="574">ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·</l></div></div></body></text></TEI>