σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν. Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·