<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="56">κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="57">δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,</l><l n="58">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων</l><l n="59">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="60">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν</l><l n="61">ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε</l><l n="62">οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="63">νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.</l><l n="64">τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,</l><l n="65">ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,</l><l n="66">εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε</l><l n="67">νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης</l><l n="68">κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες</l><l n="69">Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε</l><l n="70">θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον</l><l n="71">ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους</l><l n="72">πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων</l><l n="73">ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.</l><milestone ed="p" n="74" unit="card"/><l n="74">οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι</l><l n="75">μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι·</l><l n="76">οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος</l><l n="77">ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="78">Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δʼ ἀλαλητῷ</l><l n="79">πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.</l><l n="80">ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων</l><l n="81">ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο</l><l n="82">νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.</l><l n="83">πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,</l><l n="84">ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι</l><l n="85">πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην</l><l n="86">ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.</l><l n="87">ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι</l><l n="88">δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,</l><l n="89">μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν</l><l n="90">Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·</l><l n="91">μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι</l><l n="92">Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,</l><l n="93">μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων</l><l n="94">ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·</l><l n="95">ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι</l><l n="96">θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.</l><l n="97">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="98">μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,</l><l n="99">μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,</l><l n="100">ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="102">Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·</l><l n="103">δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ</l><l n="104">βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ</l><l n="105">πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ</l><l n="106">κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν</l><l n="107">ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο</l><l n="108">ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.</l><l n="109">αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς</l><l n="110">πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν</l><l n="111">ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.</l><milestone ed="p" n="112" unit="card"/><l n="112"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,</l><l n="113">ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.</l><l n="114"><milestone ed="P" unit="para"/>Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς</l><l n="115">πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,</l><l n="116">ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας</l><l n="117">πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="118">αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.</l><l n="119">γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε</l><l n="120">ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε</l><l n="121">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="122">χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ</l><l n="123">νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.</l><l n="124">ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="125">μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·</l><q><l n="126">ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·</l><l n="127">λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·</l><l n="128">μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·</l></q></div></div></body></text></TEI>