Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους. κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες, τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν. Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.