<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="543">τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.</l><l n="544">ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,</l><l n="545">μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν</l><l n="546">Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,</l><l n="547">τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.</l><milestone ed="p" n="548" unit="card"/></q><l n="548"><milestone ed="P" unit="para"/>ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος</l><l n="549">ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος</l><l n="550">ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ</l><l n="551">λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·</l><l n="552">βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν</l><l n="553">Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς</l><l n="554">ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·</l><l n="555">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="556">Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,</l><l n="557">οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.</l><l n="558">κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν</l><l n="559">Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,</l><l n="560">τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων</l><l n="561">αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.</l></q><l n="562"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.</l><l n="563">οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="564">Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,</l><l n="565">σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι</l><l n="566">δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.</l><l n="567">Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,</l><l n="568">ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.</l><milestone ed="p" n="569" unit="card"/><l n="569"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="570">βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν</l><l n="571">υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,</l><l n="572">ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε</l><l n="573">τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας</l><l n="574">ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·</l><l n="575">οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι</l><l n="576">Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.</l><l n="577">τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ</l><l n="578">χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="579">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ</l><l n="580">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="581">Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,</l><l n="582">ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς</l><l n="583">ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·</l><l n="584">ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε</l><l n="585">ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.</l><l n="586">καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν</l><l n="587">αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.</l><l n="588">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.</l><l n="589">ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,</l><l n="590">ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ</l><l n="591">ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,</l><l n="592">τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.</l><l n="593">Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="594">ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον</l><l n="595">Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων</l><l n="596">ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.</l><l n="597">τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ</l><l n="598">στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·</l><l n="599">δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,</l><l n="600">ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,</l><l n="601">στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ</l><l n="602">ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.</l><l n="603">ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="604">Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς</l><l n="605">Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="606">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="607">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><l n="608">Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·</l><l n="609">ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.</l><l n="610">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="611">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="612">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="613">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="614">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="615">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="616">Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·</l><q><l n="617">Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα</l><l n="618">ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.</l></q><milestone ed="p" n="619" unit="card"/><l n="619"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·</l><q><l n="620">Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα</l><l n="621">πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα</l><l n="622">ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.</l><l n="623">εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,</l><l n="624">αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς</l><l n="625">εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="626"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="627">Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;</l><l n="628">ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι</l><l n="629">νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.</l><l n="630">ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·</l><l n="631">τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.</l></q><l n="632"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="633">τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει</l><l n="634">οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,</l><l n="635">ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="636">χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,</l><l n="637">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.</l><l n="638">οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον</l><l n="639">ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν</l><l n="640">ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.</l><l n="641">οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι</l><l n="642">σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας</l><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l><l n="645">τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,</l><l n="646">ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,</l><l n="647">πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,</l><l n="648">ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="649">αὐτοῦ ἐπʼ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ</l><l n="650">χαλκῷ δῃώσῃ, ἀπό τʼ ὤμων τεύχεʼ ἕληται,</l><l n="651">ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.</l><l n="652">ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι</l><l n="653">ὄφρʼ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος</l><l n="654">ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν</l><l n="655">ὤσαιτο προτὶ ἄστυ, πολέων δʼ ἀπὸ θυμὸν ἕλοιτο.</l><l n="656">Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·</l><l n="657">ἐς δίφρον δʼ ἀναβὰς φύγαδʼ ἔτραπε, κέκλετο δʼ ἄλλους</l><l n="658">Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.</l><milestone ed="p" n="659" unit="card"/><l n="659">ἔνθʼ οὐδʼ ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν</l><l n="660">πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ</l><l n="661">κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπʼ αὐτῷ</l><l n="662">κάππεσον, εὖτʼ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.</l><l n="663">οἳ δʼ ἄρʼ ἀπʼ ὤμοιιν Σαρπηδόνος ἔντεʼ ἕλοντο</l><l n="664">χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας</l><l n="665">δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.</l><l n="666">καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="667">εἰ δʼ ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον</l><l n="668">ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα</l><l n="669">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι</l><l n="670">χρῖσόν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσον·</l><l n="671">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι</l><l n="672">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="673">θήσουσʼ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,</l><l n="674">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="675">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="676"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.</l><l n="677">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,</l><l n="678">αὐτίκα δʼ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας</l><l n="679">πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι</l><l n="680">χρῖσέν τʼ ἀμβροσίῃ, περὶ δʼ ἄμβροτα εἵματα ἕσσε·</l><l n="681">πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,</l><l n="682">ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα</l><l n="683">κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.</l><l n="684"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας</l><l n="685">Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγʼ ἀάσθη</l><l n="686">νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν</l><l n="687">ἦ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.</l><l n="688">ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·</l><l n="689">ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην</l><l n="690">ῥηϊδίως, ὅτε δʼ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι·</l><l n="691">ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.</l><l n="692"><milestone ed="P" unit="para"/>ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξας</l><l n="693">Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;</l><l n="694">Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον</l><l n="695">καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,</l><l n="696">αὐτὰρ ἔπειτʼ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·</l><l n="697">τοὺς ἕλεν· οἳ δʼ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.</l><milestone ed="p" n="698" unit="card"/><l n="698"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν</l><l n="699">Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,</l><l n="700">εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου</l><l n="701">ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δʼ ἀρήγων.</l><l n="702">τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο</l><l n="703">Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων</l><l n="704">χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.</l><l n="705">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="706">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="707">χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα</l><l n="708">σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,</l><l n="709">οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.</l></q><l n="710"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω</l><l n="711">μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="712"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·</l><l n="713">δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,</l><l n="714">ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.</l><l n="715">ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων</l><l n="716">ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε</l><l n="717">Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο</l><l n="718">αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,</l><l n="719">ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·</l><l n="720">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="721">Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.</l><l n="722">αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·</l><l n="723">τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.</l><l n="724">ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,</l><l n="725">αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.</l><milestone ed="p" n="726" unit="card"/></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,</l><l n="727">Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ</l><l n="728">ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων</l><l n="729">δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν</l><l n="730">ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="731">Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·</l><l n="732">αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.</l><l n="733">Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε</l><l n="734">σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον</l><l n="735">μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,</l><l n="736">ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,</l><l n="737">οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα</l><l n="738">Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο</l><l n="739">ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.</l><l n="740">ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν</l><l n="741">ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν</l><l n="742">αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς</l><l n="743">κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.</l><l n="744">τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="745">ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.</l><l n="746">εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,</l><l n="747">πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν</l><l n="748">νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,</l><l n="749">ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.</l><l n="750">ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.</l><milestone ed="p" n="750" unit="card"/></q><l n="751"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει</l><l n="752">οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων</l><l n="753">ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·</l><l n="754">ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.</l><l n="755">Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.</l><l n="756">τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,</l><l n="757">ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο</l><l n="758">ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·</l><l n="759">ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς</l><l n="760">Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ</l><l n="761">ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.</l><l n="762">Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·</l><l n="763">Πάτροκλος δʼ ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι</l><l n="764">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="765"><milestone ed="P" unit="para"/>ὡς δʼ Εὖρός τε Νότος τʼ ἐριδαίνετον ἀλλήλοιιν</l><l n="766">οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην</l><l n="767">φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,</l><l n="768">αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους</l><l n="769">ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,</l><l n="770">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="771">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="772">πολλὰ δὲ Κεβριόνην ἀμφʼ ὀξέα δοῦρα πεπήγει</l><l n="773">ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,</l><l n="774">πολλὰ δὲ χερμάδια μεγάλʼ ἀσπίδας ἐστυφέλιξαν</l><l n="775">μαρναμένων ἀμφʼ αὐτόν· ὃ δʼ ἐν στροφάλιγγι κονίης</l><l n="776">κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.</l><milestone ed="p" n="777" unit="card"/><l n="777"><milestone ed="P" unit="para"/>ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="778">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="779">ἦμος δʼ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,</l><l n="780">καὶ τότε δή ῥʼ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.</l><l n="781">ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν</l><l n="782">Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο,</l><l n="783">Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.</l><l n="784">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ</l><l n="785">σμερδαλέα ἰάχων, τρὶς δʼ ἐννέα φῶτας ἔπεφνεν.</l><l n="786">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="787">ἔνθʼ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·</l><l n="788">ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="789">δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,</l><l n="790">ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε·</l><l n="791">στῆ δʼ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τʼ ὤμω</l><l n="792">χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.</l><l n="793">τοῦ δʼ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·</l><l n="794">ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφʼ ἵππων</l><l n="795">αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι</l><l n="796">αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν</l><l n="797">ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,</l><l n="798">ἀλλʼ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον</l><l n="799">ῥύετʼ Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν</l><l n="800">ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.</l><l n="801">πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος</l><l n="802">βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπʼ ὤμων</l><l n="803">ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.</l><l n="804">λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.</l><l n="805">τὸν δʼ ἄτη φρένας εἷλε, λύθεν δʼ ὑπὸ φαίδιμα γυῖα,</l><l n="806">στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ</l><l n="807">ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ</l><l n="808">Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο</l><l n="809">ἔγχεΐ θʼ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·</l><l n="810">καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφʼ ἵππων</l><l n="811">πρῶτʼ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·</l><l n="812">ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ</l><l n="813">οὐδὲ δάμασσʼ· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ,</l><l n="814">ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδʼ ὑπέμεινε</l><l n="815">Πάτροκλον γυμνόν περ ἐόντʼ ἐν δηϊοτῆτι.</l><l n="816">Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς</l><l n="817">ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><milestone ed="p" n="818" unit="card"/><l n="818"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον</l><l n="819">ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,</l><l n="820">ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ</l><l n="821">νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="822">δούπησεν δὲ πεσών, μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν·</l><l n="823">ὡς δʼ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,</l><l n="824">ὥ τʼ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον</l><l n="825">πίδακος ἀμφʼ ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω·</l><l n="826">πολλὰ δέ τʼ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·</l><l n="827">ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="828">Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,</l><l n="829">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="830">Πάτροκλʼ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,</l><l n="831">Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="832">ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν</l><l n="833">νήπιε· τάων δὲ πρόσθʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="834">ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δʼ αὐτὸς</l><l n="835">Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω</l><l n="836">ἦμαρ ἀναγκαῖον· σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται.</l><l n="837">ἆ δείλʼ, οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,</l><l n="838">ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετʼ ἰόντι·</l><q><l n="839">μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε</l><l n="840">νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο</l><l n="841">αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.</l></q><l n="842">ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.</l></q><l n="843"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="844">ἤδη νῦν Ἕκτορ μεγάλʼ εὔχεο· σοὶ γὰρ ἔδωκε</l><l n="845">νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν</l><l n="846">ῥηιδίως· αὐτοὶ γὰρ ἀπʼ ὤμων τεύχεʼ ἕλοντο.</l><l n="847">τοιοῦτοι δʼ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,</l><l n="848">πάντές κʼ αὐτόθʼ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="849">ἀλλά με μοῖρʼ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,</l><l n="850">ἀνδρῶν δʼ Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις.</l><l n="851">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="852">οὔ θην οὐδʼ αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη</l><l n="853">ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ</l><l n="854">χερσὶ δαμέντʼ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.</l></q><l n="855"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε·</l><l n="856">ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει</l><l n="857">ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην.</l><l n="858">τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·</l><q><l n="859">Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;</l><l n="860">τίς δʼ οἶδʼ εἴ κʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο</l><l n="861">φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;</l></q><l n="862"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς</l><l n="863">εἴρυσε λὰξ προσβάς, τὸν δʼ ὕπτιον ὦσʼ ἀπὸ δουρός.</l><l n="864">αὐτίκα δὲ ξὺν δουρὶ μετʼ Αὐτομέδοντα βεβήκει</l><l n="865">ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο·</l><l n="866">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι</l><l n="867">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.</l></div><div type="textpart" subtype="Book" n="17"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον</l><l n="2">Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.</l><l n="3">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,</l><l n="4">ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ</l><l n="5">πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο·</l><l n="6">ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.</l><l n="7">πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="8">τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι.</l><l n="9">οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε</l><l n="10">Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ</l><l n="11">ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·</l><q><l n="12">Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν</l><l n="13">χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα·</l><l n="14">οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων</l><l n="15">Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην·</l><l n="16">τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,</l></q></div></div></body></text></TEI>