<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="534">αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων</l><l n="535">Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,</l><l n="536">βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,</l><l n="537">ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="538">Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,</l><l n="539">οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="540">θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν.</l><l n="541">κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,</l><l n="542">ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·</l><l n="543">τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.</l><l n="544">ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,</l><l n="545">μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν</l><l n="546">Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,</l><l n="547">τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.</l><milestone ed="p" n="548" unit="card"/></q><l n="548"><milestone ed="P" unit="para"/>ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος</l><l n="549">ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος</l><l n="550">ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ</l><l n="551">λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·</l><l n="552">βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν</l><l n="553">Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς</l><l n="554">ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·</l><l n="555">Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·</l><q><l n="556">Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,</l><l n="557">οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.</l><l n="558">κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν</l><l n="559">Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,</l><l n="560">τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων</l><l n="561">αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.</l></q><l n="562"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.</l><l n="563">οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="564">Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,</l><l n="565">σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι</l><l n="566">δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.</l><l n="567">Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,</l><l n="568">ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.</l><milestone ed="p" n="569" unit="card"/><l n="569"><milestone ed="P" unit="para"/>ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·</l><l n="570">βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν</l><l n="571">υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,</l><l n="572">ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε</l><l n="573">τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας</l><l n="574">ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·</l><l n="575">οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι</l><l n="576">Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.</l><l n="577">τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ</l><l n="578">χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="579">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ</l><l n="580">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="581">Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο,</l><l n="582">ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς</l><l n="583">ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε·</l><l n="584">ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε</l><l n="585">ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο.</l><l n="586">καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν</l><l n="587">αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας.</l><l n="588">χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.</l><l n="589">ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,</l><l n="590">ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ</l><l n="591">ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,</l><l n="592">τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί.</l><l n="593">Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="594">ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον</l><l n="595">Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων</l><l n="596">ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.</l><l n="597">τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ</l><l n="598">στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·</l><l n="599">δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς,</l><l n="600">ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,</l><l n="601">στὰν δʼ ἀμφʼ αὐτὸν ἰόντες ἀολλέες· οὐδʼ ἄρʼ Ἀχαιοὶ</l><l n="602">ἀλκῆς ἐξελάθοντο, μένος δʼ ἰθὺς φέρον αὐτῶν.</l><l n="603">ἔνθʼ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν</l><l n="604">Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς</l><l n="605">Ἰδαίου ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ.</l><l n="606">τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς</l><l n="607">ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν.</l><l n="608">Αἰνείας δʼ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·</l><l n="609">ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.</l><l n="610">ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·</l><l n="611">πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν</l><l n="612">οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη</l><l n="613">ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.</l><l n="614">αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης</l><l n="615">ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.</l><l n="616">Αἰνείας δʼ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·</l><q><l n="617">Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα</l><l n="618">ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σʼ ἔβαλόν περ.</l></q><milestone ed="p" n="619" unit="card"/><l n="619"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·</l><q><l n="620">Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα</l><l n="621">πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα</l><l n="622">ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.</l><l n="623">εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,</l><l n="624">αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς</l><l n="625">εὖχος ἐμοὶ δοίης, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="626"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="627">Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;</l><l n="628">ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι</l><l n="629">νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.</l><l n="630">ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ·</l><l n="631">τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.</l></q><l n="632"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="633">τῶν δʼ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει</l><l n="634">οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετʼ ἀκουή,</l><l n="635">ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="636">χαλκοῦ τε ῥινοῦ τε βοῶν τʼ εὐποιητάων,</l><l n="637">νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.</l><l n="638">οὐδʼ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον</l><l n="639">ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν</l><l n="640">ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.</l><l n="641">οἳ δʼ αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι</l><l n="642">σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας</l><l n="643">ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·</l><l n="644">ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς</l><l n="645">τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,</l><l n="646">ἀλλὰ κατʼ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,</l><l n="647">πολλὰ μάλʼ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,</l><l n="648">ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ</l></div></div></body></text></TEI>