πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν. κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης. ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν. ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι· βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·