<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="511">ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ</l><l n="512">τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.</l><l n="513">εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·</l><q><l n="514">κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ</l><l n="515">εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν</l><l n="516">ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.</l><l n="517">ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ</l><l n="518">ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα</l><l n="519">τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ·</l><l n="520">ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι</l><l n="521">ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε</l><l n="522">Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει.</l><l n="523">ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,</l><l n="524">κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι</l><l n="525">κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,</l><l n="526">αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.</l></q><l n="527"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.</l><l n="528">αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο</l><l n="529">αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.</l><l n="530">Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε</l><l n="531">ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.</l><l n="532">πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας</l></div></div></body></text></TEI>