<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="5">τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="6">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="7">τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη</l><l n="8">νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει</l><l n="9">εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,</l><l n="10">δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·</l><l n="11">τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.</l><l n="12">ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,</l><l n="13">ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;</l><l n="14">ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,</l><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l><l n="22">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="23">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="24">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="25">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="26">οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,</l></q></div></div></body></text></TEI>