<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="49">ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·</l><l n="50">οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,</l><l n="51">οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·</l><l n="52">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,</l><l n="53">ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι</l><l n="54">καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·</l><l n="55">αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.</l><l n="56">κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="57">δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,</l><l n="58">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων</l><l n="59">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="60">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν</l><l n="61">ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε</l><l n="62">οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="63">νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.</l><l n="64">τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,</l><l n="65">ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,</l><l n="66">εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε</l><l n="67">νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης</l><l n="68">κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες</l><l n="69">Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε</l><l n="70">θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον</l></q></div></div></body></text></TEI>