ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον