<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="489">ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,</l><l n="490">ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων</l><l n="491">κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·</l><q><l n="492">Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ</l><l n="493">αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·</l><l n="494">νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.</l><l n="495">πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας</l><l n="496">πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·</l><l n="497">αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.</l><l n="498">σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος</l><l n="499">ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ</l><l n="500">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l><l n="501">ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.</l></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν</l><l n="503">ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων</l><l n="504">ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·</l><l n="505">τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν.</l><l n="506">Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας</l><l n="507">ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων.</l><milestone ed="p" n="508" unit="card"/><l n="508"><milestone ed="P" unit="para"/>Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·</l><l n="509">ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι.</l><l n="510">χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν</l></div></div></body></text></TEI>