αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο· τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν. Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων. Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι· ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι. χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι· κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ· ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει. ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ. Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο. πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν. κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης. ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν. ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι· βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους. κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες, τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν. Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ