<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="467">δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον</l><l n="468">ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,</l><l n="469">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="470">τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι</l><l n="471">σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.</l><l n="472">τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·</l><l n="473">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="474">ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·</l><l n="475">τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·</l><l n="476">τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.</l><milestone ed="p" n="477" unit="card"/><l n="477"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,</l><l n="478">Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="479">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="480">Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="481">ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.</l><l n="482">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="483">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="484">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="485">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="486">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="487">ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν</l><l n="488">αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,</l></div></div></body></text></TEI>