δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε· τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,