<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="445">αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,</l><l n="446">φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος</l><l n="447">πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·</l><l n="448">πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται</l><l n="449">υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.</l><l n="450">ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,</l><l n="451">ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="452">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·</l><l n="453">αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,</l><l n="454">πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον</l><l n="455">εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,</l><l n="456">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="457">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="459">αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε</l><l n="460">παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε</l><l n="461">φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="462"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="463">ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,</l><l n="464">ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,</l><l n="465">τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.</l><l n="466">Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ</l></div></div></body></text></TEI>