αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ, ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ