<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="423">ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω</l><l n="424">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="425">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="427">Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.</l><l n="428">οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι</l><l n="429">πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,</l><l n="430">ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><l n="431">τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,</l><l n="432">Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="433">ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν</l><l n="434">μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.</l><l n="435">διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,</l><l n="436">ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης</l><l n="437">θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,</l><l n="438">ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.</l><milestone ed="p" n="439" unit="card"/></q><l n="439"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="440">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="441">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="442">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="443">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l><l n="444">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l></q></div></div></body></text></TEI>