<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="401">δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν</l><l n="402">δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ</l><l n="403">ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν</l><l n="404">ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς</l><l n="405">γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,</l><l n="406">ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς</l><l n="407">πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν</l><l n="408">ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·</l><l n="409">ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,</l><l n="410">κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.</l><l n="411">αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="412">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="413">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="414">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="415">αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην</l><l n="416">Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε</l><l n="417">Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον</l><l n="418">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="419"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους</l><l n="420">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,</l><l n="421">κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·</l><q><l n="422">αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.</l></q></div></div></body></text></TEI>