δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων, ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.