<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="396">εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ</l><l n="397">νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο</l><l n="398">κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.</l><l n="399">ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ</l><l n="400">στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·</l><l n="401">δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν</l><l n="402">δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ</l><l n="403">ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν</l><l n="404">ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς</l><l n="405">γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,</l><l n="406">ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς</l><l n="407">πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν</l><l n="408">ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·</l><l n="409">ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,</l><l n="410">κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.</l><l n="411">αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="412">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="413">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="414">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="415">αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην</l><l n="416">Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε</l><l n="417">Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον</l><l n="418">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="419"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους</l><l n="420">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,</l><l n="421">κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·</l><q><l n="422">αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.</l><l n="423">ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω</l><l n="424">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="425">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="427">Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.</l><l n="428">οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι</l><l n="429">πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,</l><l n="430">ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><l n="431">τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,</l><l n="432">Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="433">ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν</l><l n="434">μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.</l><l n="435">διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,</l><l n="436">ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης</l><l n="437">θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,</l><l n="438">ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.</l><milestone ed="p" n="439" unit="card"/></q><l n="439"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="440">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="441">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="442">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="443">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l><l n="444">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="445">αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,</l><l n="446">φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος</l><l n="447">πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·</l><l n="448">πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται</l><l n="449">υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.</l><l n="450">ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ,</l><l n="451">ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="452">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·</l><l n="453">αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,</l><l n="454">πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον</l><l n="455">εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,</l><l n="456">ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε</l><l n="457">τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="459">αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε</l><l n="460">παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε</l><l n="461">φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.</l><l n="462"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="463">ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,</l><l n="464">ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,</l><l n="465">τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα.</l><l n="466">Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ</l><l n="467">δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον</l><l n="468">ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων,</l><l n="469">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><l n="470">τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι</l><l n="471">σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.</l><l n="472">τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·</l><l n="473">σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ</l><l n="474">ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε·</l><l n="475">τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν·</l><l n="476">τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.</l><milestone ed="p" n="477" unit="card"/><l n="477"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,</l><l n="478">Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ</l><l n="479">ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ</l><l n="480">Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="481">ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.</l><l n="482">ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς</l><l n="483">ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες</l><l n="484">ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·</l><l n="485">ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς</l><l n="486">βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.</l><l n="487">ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν</l></div></div></body></text></TEI>