εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν. ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα· δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων, ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε. ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν. ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν. τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ, ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε· τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν