<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="379">πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.</l><l n="380">ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι</l><l n="381">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,</l><l n="382">πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·</l><l n="383">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.</l><l n="384">ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν</l><l n="385">ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ</l><l n="386">Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,</l><l n="387">οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,</l><l n="388">ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·</l><l n="389">τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,</l><l n="390">πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,</l><l n="391">ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι</l><l n="392">ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·</l><l n="393">ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.</l><milestone ed="p" n="394" unit="card"/><l n="394"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,</l><l n="395">ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος</l><l n="396">εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ</l><l n="397">νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο</l><l n="398">κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.</l><l n="399">ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ</l><l n="400">στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·</l></div></div></body></text></TEI>