<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="357">δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.</l><l n="358"><milestone ed="P" unit="para"/>Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="359">ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο</l><l n="360">ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους</l><l n="361">σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.</l><l n="362">ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·</l><l n="363">ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.</l><l n="364"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω</l><l n="365">αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,</l><l n="366">ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="367">οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι</l><l n="368">ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν</l><l n="369">Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.</l><l n="370">πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι</l><l n="371">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,</l><l n="372">Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων</l><l n="373">Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε</l><l n="374">πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη</l><l n="375">σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι</l><l n="376">ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><l n="377">Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,</l><l n="378">τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον</l></div></div></body></text></TEI>