δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους. ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων, Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον