νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς. Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά· ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους. ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων, Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον. ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός· ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι. ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι, ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων· ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι. Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν. ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα· δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων, ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε. ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν. ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν. τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. ἀλλʼ εἴ τοι φίλος ἐστί, τεὸν δʼ ὀλοφύρεται ἦτορ, ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, ἔνθʼ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, ὅς ῥʼ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. Σαρπηδὼν δʼ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον ἔγχεϊ δεξιὸν ὦμον· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι σύγχυτʼ, ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ ἀΐξας ἀπέκοψε παρήορον οὐδʼ ἐμάτησε· τὼ δʼ ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· τὼ δʼ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. ἔνθʼ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, Πατρόκλου δʼ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθʼ ἀκωκὴ ἔγχεος, οὐδʼ ἔβαλʼ αὐτόν· ὃ δʼ ὕστερος ὄρνυτο χαλκῷ Πάτροκλος· τοῦ δʼ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥῖνάς θʼ· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο· τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν. Μυρμιδόνες δʼ αὐτοῦ σχέθον ἵππους φυσιόωντας ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματʼ ἀνάκτων. Γλαύκῳ δʼ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι· ὠρίνθη δέ οἱ ἦτορ ὅ τʼ οὐ δύνατο προσαμῦναι. χειρὶ δʼ ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. εὐχόμενος δʼ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι· κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσʼ ἀκούειν ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπʼ αὐτοῦ· ἔγχος δʼ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δʼ ὤριστος ὄλωλε Σαρπηδὼν Διὸς υἱός· ὃ δʼ οὐ οὗ παιδὸς ἀμύνει. ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, κοίμησον δʼ ὀδύνας, δὸς δὲ κράτος, ὄφρʼ ἑτάροισι κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, αὐτός τʼ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτίκα παῦσʼ ὀδύνας ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ. Γλαῦκος δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε ὅττί οἱ ὦκʼ ἤκουσε μέγας θεὸς εὐξαμένοιο. πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων Πουλυδάμαντʼ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, βῆ δὲ μετʼ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης θυμὸν ἀποφθινύθουσι· σὺ δʼ οὐκ ἐθέλεις ἐπαμύνειν. κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης. ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν. ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι· βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους. κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες, τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν. Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν