<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="335">Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ</l><l n="336">ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·</l><l n="337">τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν</l><l n="338">ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν</l><l n="339">φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε</l><l n="340">Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον</l><l n="341">δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.</l><l n="342">Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι</l><l n="343">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="344">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.</l><l n="345">Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ</l><l n="346">νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε</l><l n="347">νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·</l><l n="348">ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω</l><l n="349">αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας</l><l n="350">πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.</l><l n="352">ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι</l><l n="353">σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι</l><l n="354">ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες</l><l n="355">αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·</l><l n="356">ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο</l></div></div></body></text></TEI>