<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="323">ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ</l><l n="324">δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·</l><l n="325">δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="326">ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε</l><l n="327">βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι</l><l n="328">υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν</l><l n="329">θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.</l><l n="330">Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας</l><l n="331">ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι</l><l n="332">λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.</l><l n="333">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="334">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="335">Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ</l><l n="336">ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω·</l><l n="337">τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν</l><l n="338">ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν</l><l n="339">φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε</l><l n="340">Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον</l><l n="341">δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.</l><l n="342">Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι</l><l n="343">νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·</l><l n="344">ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.</l><l n="345">Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ</l><l n="346">νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε</l><l n="347">νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·</l><l n="348">ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω</l><l n="349">αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας</l><l n="350">πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.</l><milestone ed="p" n="351" unit="card"/><l n="351"><milestone ed="P" unit="para"/>οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.</l><l n="352">ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι</l><l n="353">σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι</l><l n="354">ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες</l><l n="355">αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·</l><l n="356">ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο</l><l n="357">δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.</l><l n="358"><milestone ed="P" unit="para"/>Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="359">ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο</l><l n="360">ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους</l><l n="361">σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.</l><l n="362">ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·</l><l n="363">ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δʼ ἐρίηρας ἑταίρους.</l><l n="364"><milestone ed="P" unit="para"/>ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω</l><l n="365">αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,</l><l n="366">ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="367">οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δʼ ἵπποι</l><l n="368">ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν</l><l n="369">Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.</l><l n="370">πολλοὶ δʼ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι</l><l n="371">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματʼ ἀνάκτων,</l><l n="372">Πάτροκλος δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων</l><l n="373">Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε</l><l n="374">πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δʼ ἀέλλη</l><l n="375">σκίδναθʼ ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι</l><l n="376">ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><l n="377">Πάτροκλος δʼ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,</l><l n="378">τῇ ῥʼ ἔχʼ ὁμοκλήσας· ὑπὸ δʼ ἄξοσι φῶτες ἔπιπτον</l><l n="379">πρηνέες ἐξ ὀχέων, δίφροι δʼ ἀνακυμβαλίαζον.</l><l n="380">ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι</l><l n="381">ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,</l><l n="382">πρόσσω ἱέμενοι, ἐπὶ δʼ Ἕκτορι κέκλετο θυμός·</l><l n="383">ἵετο γὰρ βαλέειν· τὸν δʼ ἔκφερον ὠκέες ἵπποι.</l><l n="384">ὡς δʼ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν</l><l n="385">ἤματʼ ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ</l><l n="386">Ζεύς, ὅτε δή ῥʼ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,</l><l n="387">οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,</l><l n="388">ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·</l><l n="389">τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,</l><l n="390">πολλὰς δὲ κλιτῦς τότʼ ἀποτμήγουσι χαράδραι,</l><l n="391">ἐς δʼ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι</l><l n="392">ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργʼ ἀνθρώπων·</l><l n="393">ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.</l><milestone ed="p" n="394" unit="card"/><l n="394"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,</l><l n="395">ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος</l><l n="396">εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ</l><l n="397">νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο</l><l n="398">κτεῖνε μεταΐσσων, πολέων δʼ ἀπετίνυτο ποινήν.</l><l n="399">ἔνθʼ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ</l><l n="400">στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα·</l><l n="401">δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν</l><l n="402">δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ</l><l n="403">ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δʼ ἄρα χειρῶν</l><l n="404">ἡνία ἠΐχθησαν· ὃ δʼ ἔγχεϊ νύξε παραστὰς</l><l n="405">γναθμὸν δεξιτερόν, διὰ δʼ αὐτοῦ πεῖρεν ὀδόντων,</l><l n="406">ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς</l><l n="407">πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν</l><l n="408">ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·</l><l n="409">ὣς ἕλκʼ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,</l><l n="410">κὰδ δʼ ἄρʼ ἐπὶ στόμʼ ἔωσε· πεσόντα δέ μιν λίπε θυμός.</l><l n="411">αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="412">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη</l><l n="413">ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="414">κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.</l><l n="415">αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην</l><l n="416">Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε</l><l n="417">Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον</l><l n="418">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><l n="419"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους</l><l n="420">χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,</l><l n="421">κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·</l><q><l n="422">αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.</l><l n="423">ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω</l><l n="424">ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε</l><l n="425">Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.</l></q><l n="426"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="427">Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.</l><l n="428">οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι</l><l n="429">πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,</l><l n="430">ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><l n="431">τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,</l><l n="432">Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·</l><q><l n="433">ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν</l><l n="434">μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.</l><l n="435">διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,</l><l n="436">ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης</l><l n="437">θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,</l><l n="438">ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.</l><milestone ed="p" n="439" unit="card"/></q><l n="439"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="440">αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.</l><l n="441">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="442">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="443">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l><l n="444">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="445">αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,</l><l n="446">φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος</l><l n="447">πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·</l><l n="448">πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται</l><l n="449">υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.</l></q></div></div></body></text></TEI>