<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="313">Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας</l><l n="314">ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος</l><l n="315">μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ</l><l n="316">νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="317">Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ</l><l n="318">Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·</l><l n="319">ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ</l><l n="320">Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς</l><l n="321">στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης</l><l n="322">ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν,</l><l n="323">ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ</l><l n="324">δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε·</l><l n="325">δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="326">ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε</l><l n="327">βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι</l><l n="328">υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν</l><l n="329">θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.</l><l n="330">Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας</l><l n="331">ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι</l><l n="332">λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.</l><l n="333">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="334">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l></div></div></body></text></TEI>