<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="291">Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν</l><l n="292">ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="293">ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.</l><l n="294">ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν</l><l n="295">Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο</l><l n="296">νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l><l n="297">ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο</l><l n="298">κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,</l><l n="299">ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι</l><l n="300">καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,</l><l n="301">ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ</l><l n="302">τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·</l><l n="303">οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="304">προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,</l><l n="305">ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ.</l><milestone ed="p" n="306" unit="card"/><l n="306"><milestone ed="P" unit="para"/>ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης</l><l n="307">ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="308">αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν</l><l n="309">ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·</l><l n="310">ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ</l><l n="311">κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα</l><l n="312">στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα.</l></div></div></body></text></TEI>