<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="27">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.</l><l n="28">τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται</l><l n="29">ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.</l><l n="30">μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις</l><l n="31">αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ</l><l n="32">αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;</l><l n="33">νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,</l><l n="34">οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα</l><l n="35">πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="36">εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις</l><l n="37">καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="38">ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον</l><l n="39">Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.</l><l n="40">δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,</l><l n="41">αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="42">Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="43">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="44">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="45">ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><milestone ed="p" n="46" unit="card"/></q><l n="46"><milestone ed="P" unit="para"/>ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν</l><l n="47">οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.</l><l n="48">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l></div></div></body></text></TEI>