<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="269">Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος</l><l n="270">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="271">ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος</l><l n="272">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,</l><l n="273">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="274">ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="275"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,</l><l n="276">ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες</l><l n="277">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.</l><l n="278"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="279">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,</l><l n="280">πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες</l><l n="281">ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα</l><l n="282">μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·</l><l n="283">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="285">ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,</l><l n="286">νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,</l><l n="287">καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς</l><l n="288">ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·</l><l n="289">τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="290">κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν</l></div></div></body></text></TEI>