<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="247">ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο</l><l n="248">τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.</l></q><milestone ed="p" n="249" unit="card"/><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.</l><l n="250">τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·</l><l n="251">νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε</l><l n="252">δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.</l><l n="253">ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ</l><l n="254">ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,</l><l n="255">στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ</l><l n="256">εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.</l><l n="257"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες</l><l n="258">ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.</l><l n="259">αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο</l><l n="260">εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες</l><l n="261">αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας</l><l n="262">νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.</l><l n="263">τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης</l><l n="264">κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες</l><l n="265">πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.</l><l n="266">τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες</l><l n="267">ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="268">Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l></div></div></body></text></TEI>