<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="225">ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος</l><l n="226">οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,</l><l n="227">οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.</l><l n="228">τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ</l><l n="229">πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,</l><l n="230">νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.</l><l n="231">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="232">οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·</l><q><l n="233">Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων</l><l n="234">Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ</l><l n="235">σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,</l><l n="236">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,</l><l n="237">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,</l><l n="238">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="239">αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,</l><l n="240">ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι</l><l n="241">μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,</l><l n="242">θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ</l><l n="243">εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν</l><l n="244">ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι</l><l n="245">μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.</l><l n="246">αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,</l></q></div></div></body></text></TEI>