<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="203">σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,</l><l n="204">νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·</l><l n="205">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν</l><l n="206">αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.</l><l n="207">ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται</l><l n="208">φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.</l><l n="209">ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.</l></q><l n="210"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="211">μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.</l><l n="212">ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι</l><l n="213">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,</l><l n="214">ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="215">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="216">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="217">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.</l><l n="218">πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο</l><l n="219">Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες</l><l n="220">πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="221">βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε</l><l n="222">καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα</l><l n="223">θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων</l><l n="224">χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.</l></div></div></body></text></TEI>