<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="189">τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο</l><l n="190">ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="191">τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν</l><l n="192">ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.</l><l n="193">τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε</l><l n="194">Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν</l><l n="195">ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.</l><l n="196">τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,</l><l n="197">πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.</l><l n="198">αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς</l><l n="199">στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><milestone ed="p" n="200" unit="card"/><q><l n="200">Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,</l><l n="201">ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι</l><l n="202">πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·</l><l n="203">σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,</l><l n="204">νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·</l><l n="205">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν</l><l n="206">αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.</l><l n="207">ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται</l><l n="208">φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.</l><l n="209">ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.</l></q><l n="210"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="211">μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.</l><l n="212">ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι</l><l n="213">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,</l><l n="214">ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="215">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="216">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="217">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.</l><l n="218">πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο</l><l n="219">Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες</l><l n="220">πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="221">βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε</l><l n="222">καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα</l><l n="223">θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων</l><l n="224">χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.</l><l n="225">ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος</l><l n="226">οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,</l><l n="227">οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.</l><l n="228">τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ</l><l n="229">πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,</l><l n="230">νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.</l><l n="231">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="232">οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·</l><q><l n="233">Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων</l><l n="234">Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ</l><l n="235">σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,</l><l n="236">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,</l><l n="237">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,</l><l n="238">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="239">αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,</l><l n="240">ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι</l><l n="241">μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,</l><l n="242">θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ</l><l n="243">εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν</l><l n="244">ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι</l><l n="245">μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.</l><l n="246">αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,</l><l n="247">ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο</l><l n="248">τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.</l></q><milestone ed="p" n="249" unit="card"/><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.</l><l n="250">τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·</l><l n="251">νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε</l><l n="252">δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.</l><l n="253">ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ</l><l n="254">ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ,</l><l n="255">στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ</l><l n="256">εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.</l><l n="257"><milestone ed="P" unit="para"/>οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες</l><l n="258">ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.</l><l n="259">αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο</l><l n="260">εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες</l><l n="261">αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας</l><l n="262">νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.</l><l n="263">τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης</l><l n="264">κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες</l><l n="265">πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.</l><l n="266">τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες</l><l n="267">ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει.</l><l n="268">Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="269">Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος</l><l n="270">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="271">ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος</l><l n="272">Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,</l><l n="273">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="274">ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="275"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,</l><l n="276">ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες</l><l n="277">σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν.</l><l n="278"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν</l><l n="279">αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,</l><l n="280">πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες</l><l n="281">ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα</l><l n="282">μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι·</l><l n="283">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><milestone ed="p" n="284" unit="card"/><l n="284"><milestone ed="P" unit="para"/>Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ</l><l n="285">ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο,</l><l n="286">νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,</l><l n="287">καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς</l><l n="288">ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος·</l><l n="289">τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="290">κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν</l><l n="291">Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν</l><l n="292">ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="293">ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ.</l><l n="294">ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν</l><l n="295">Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο</l><l n="296">νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη.</l><l n="297">ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο</l><l n="298">κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,</l><l n="299">ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι</l><l n="300">καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,</l><l n="301">ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ</l><l n="302">τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή·</l><l n="303">οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l></div></div></body></text></TEI>