<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="181">Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης</l><l n="182">ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν</l><l n="183">ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.</l><l n="184">αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ</l><l n="185">Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν</l><l n="186">Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια</l><l n="188">ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,</l><l n="189">τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο</l><l n="190">ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="191">τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν</l><l n="192">ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.</l><l n="193">τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε</l><l n="194">Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν</l><l n="195">ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.</l><l n="196">τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,</l><l n="197">πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.</l><l n="198">αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς</l><l n="199">στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><milestone ed="p" n="200" unit="card"/><q><l n="200">Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,</l><l n="201">ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι</l><l n="202">πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·</l></q></div></div></body></text></TEI>