Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα, τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα. τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος· σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ, νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε. ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν. ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων. ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον, οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί. τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι, νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον. εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον· Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν, ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς. τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε· νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι. ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ ἂψ κλισίην εἰσῆλθε, δέπας δʼ ἀπέθηκʼ ἐνὶ χηλῷ, στῆ δὲ πάροιθʼ ἐλθὼν κλισίης, ἔτι δʼ ἤθελε θυμῷ εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν. οἳ δʼ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες ἔστιχον, ὄφρʼ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν. αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκίʼ ἔχοντας νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει. Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν. Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δʼ ἑλέσθαι· πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος· τὸν βάλε δεξιὸν ὦμον· ὃ δʼ ὕπτιος ἐν κονίῃσι κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. ἐκ νηῶν δʼ ἔλασεν, κατὰ δʼ ἔσβεσεν αἰθόμενον πῦρ. ἡμιδαὴς δʼ ἄρα νηῦς λίπετʼ αὐτόθι· τοὶ δὲ φόβηθεν Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δʼ ἐπέχυντο νῆας ἀνὰ γλαφυράς· ὅμαδος δʼ ἀλίαστος ἐτύχθη. ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ, ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ τυτθὸν ἀνέπνευσαν, πολέμου δʼ οὐ γίγνετʼ ἐρωή· οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, ἀλλʼ ἔτʼ ἄρʼ ἀνθίσταντο, νεῶν δʼ ὑπόεικον ἀνάγκῃ. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα. Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς στὰς πρόσθεν νέκυος· τοῦ δʼ ἀντίθεος Θρασυμήδης ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδʼ ἀφάμαρτεν, ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ δρύψʼ ἀπὸ μυώνων, ἀπὸ δʼ ὀστέον ἄχρις ἄραξε· δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ ἤμβροτον ἀλλήλων, μέλεον δʼ ἠκόντισαν ἄμφω· τὼ δʼ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν φάσγανον ἐρραίσθη· ὃ δʼ ὑπʼ οὔατος αὐχένα θεῖνε Πηνέλεως, πᾶν δʼ εἴσω ἔδυ ξίφος, ἔσχεθε δʼ οἶον δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα. Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς. Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά· ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετʼ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·