<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l><l n="22">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="23">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="24">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="25">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="26">οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,</l><l n="27">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.</l><l n="28">τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται</l><l n="29">ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.</l><l n="30">μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις</l><l n="31">αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ</l><l n="32">αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;</l><l n="33">νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,</l><l n="34">οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα</l><l n="35">πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="36">εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις</l><l n="37">καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="38">ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον</l><l n="39">Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.</l><l n="40">δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,</l><l n="41">αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="42">Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="43">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="44">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="45">ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l><milestone ed="p" n="46" unit="card"/></q><l n="46"><milestone ed="P" unit="para"/>ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν</l><l n="47">οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.</l><l n="48">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="49">ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·</l><l n="50">οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,</l><l n="51">οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·</l><l n="52">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,</l><l n="53">ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι</l><l n="54">καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·</l><l n="55">αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.</l><l n="56">κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,</l><l n="57">δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,</l><l n="58">τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων</l><l n="59">Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.</l><l n="60">ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν</l><l n="61">ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε</l><l n="62">οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="63">νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.</l><l n="64">τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,</l><l n="65">ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,</l><l n="66">εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε</l><l n="67">νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης</l><l n="68">κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες</l><l n="69">Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε</l><l n="70">θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον</l></q></div></div></body></text></TEI>