ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλʼ ἐμέ περ πρόες ὦχʼ, ἃμα δʼ ἄλλον λαὸν ὄπασσον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλʼ ὁπότʼ ἂν δὴ νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. τύνη δʼ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον