<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="129">δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.</l></q><l n="130"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="131">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="132">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="133">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε</l><l n="134">ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.</l><l n="135">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="136">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="137">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="138">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="139">εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.</l><l n="140">ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο</l><l n="141">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="142">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς</l><l n="143">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="144">Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.</l><l n="145">ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,</l><l n="146">τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,</l><l n="147">πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.</l><l n="148">τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους</l><l n="149">Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,</l><l n="150">τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη</l><l n="151">βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.</l><l n="152">ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,</l><l n="153">τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,</l><l n="154">ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς</l><l n="156">πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς</l><l n="157">ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,</l><l n="158">οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες</l><l n="159">δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·</l><l n="160">καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου</l><l n="161">λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ</l><l n="162">ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς</l><l n="163">στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·</l><l n="164">τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="165">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο</l><l n="166">ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,</l><l n="167">ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.</l><l n="168"><milestone ed="P" unit="para"/>πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς</l><l n="169">ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ</l><l n="170">πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·</l><l n="171">πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει</l><l n="172">σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.</l><l n="173">τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ</l><l n="174">υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·</l><l n="175">ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη</l><l n="176">Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,</l><l n="177">αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,</l><l n="178">ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.</l><l n="179">τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε</l><l n="180">παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη</l><l n="181">Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης</l><l n="182">ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν</l><l n="183">ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.</l><l n="184">αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ</l><l n="185">Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν</l><l n="186">Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια</l><l n="188">ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,</l><l n="189">τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο</l><l n="190">ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="191">τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν</l><l n="192">ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.</l><l n="193">τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε</l><l n="194">Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν</l><l n="195">ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.</l><l n="196">τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,</l><l n="197">πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.</l><l n="198">αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς</l><l n="199">στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><milestone ed="p" n="200" unit="card"/><q><l n="200">Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,</l><l n="201">ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι</l></q></div></div></body></text></TEI>