<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><l n="115">πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,</l><l n="116">ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας</l><l n="117">πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="118">αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.</l><l n="119">γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε</l><l n="120">ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε</l><l n="121">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="122">χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ</l><l n="123">νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.</l><l n="124">ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="125">μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·</l><q><l n="126">ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·</l><l n="127">λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·</l><l n="128">μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·</l><l n="129">δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.</l></q><l n="130"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="131">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="132">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="133">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε</l><l n="134">ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.</l><l n="135">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="136">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l></div></div></body></text></TEI>