<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="16"><q><l n="100">ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="102">Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·</l><l n="103">δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ</l><l n="104">βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ</l><l n="105">πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ</l><l n="106">κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν</l><l n="107">ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο</l><l n="108">ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.</l><l n="109">αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς</l><l n="110">πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν</l><l n="111">ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.</l><milestone ed="p" n="112" unit="card"/><l n="112"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,</l><l n="113">ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.</l><l n="114"><milestone ed="P" unit="para"/>Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς</l><l n="115">πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,</l><l n="116">ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας</l><l n="117">πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ</l><l n="118">αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.</l><l n="119">γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε</l><l n="120">ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε</l><l n="121">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="122">χάζετο δʼ ἐκ βελέων. τοὶ δʼ ἔμβαλον ἀκάματον πῦρ</l><l n="123">νηῒ θοῇ· τῆς δʼ αἶψα κατʼ ἀσβέστη κέχυτο φλόξ.</l><l n="124">ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="125">μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν·</l><q><l n="126">ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·</l><l n="127">λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·</l><l n="128">μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·</l><l n="129">δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.</l></q><l n="130"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="131">κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε</l><l n="132">καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·</l><l n="133">δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε</l><l n="134">ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.</l><l n="135">ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον</l><l n="136">χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·</l><l n="137">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="138">ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.</l><l n="139">εἵλετο δʼ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.</l><l n="140">ἔγχος δʼ οὐχ ἕλετʼ οἶον ἀμύμονος Αἰακίδαο</l><l n="141">βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν</l><l n="142">πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς</l><l n="143">Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων</l><l n="144">Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.</l><l n="145">ἵππους δʼ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,</l><l n="146">τὸν μετʼ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,</l><l n="147">πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.</l><l n="148">τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους</l><l n="149">Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,</l><l n="150">τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη</l><l n="151">βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.</l><l n="152">ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,</l><l n="153">τόν ῥά ποτʼ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγʼ Ἀχιλλεύς,</l><l n="154">ὃς καὶ θνητὸς ἐὼν ἕπεθʼ ἵπποις ἀθανάτοισι.</l><milestone ed="p" n="155" unit="card"/><l n="155"><milestone ed="P" unit="para"/>Μυρμιδόνας δʼ ἄρʼ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς</l><l n="156">πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς</l><l n="157">ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,</l><l n="158">οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες</l><l n="159">δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·</l><l n="160">καί τʼ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου</l><l n="161">λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ</l><l n="162">ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς</l><l n="163">στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·</l><l n="164">τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="165">ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο</l><l n="166">ῥώοντʼ· ἐν δʼ ἄρα τοῖσιν ἀρήϊος ἵστατʼ Ἀχιλλεύς,</l><l n="167">ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.</l><l n="168"><milestone ed="P" unit="para"/>πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς</l><l n="169">ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ</l><l n="170">πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι·</l><l n="171">πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει</l><l n="172">σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.</l><l n="173">τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ</l><l n="174">υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·</l><l n="175">ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη</l><l n="176">Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,</l><l n="177">αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,</l><l n="178">ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.</l><l n="179">τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε</l><l n="180">παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη</l><l n="181">Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης</l><l n="182">ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν</l><l n="183">ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.</l><l n="184">αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ</l><l n="185">Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν</l><l n="186">Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια</l><l n="188">ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,</l><l n="189">τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο</l><l n="190">ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα,</l><l n="191">τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν</l><l n="192">ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα.</l><l n="193">τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε</l><l n="194">Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν</l><l n="195">ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.</l><l n="196">τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,</l><l n="197">πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.</l><l n="198">αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς</l><l n="199">στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><milestone ed="p" n="200" unit="card"/><q><l n="200">Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,</l><l n="201">ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι</l><l n="202">πάνθʼ ὑπὸ μηνιθμόν, καί μʼ ᾐτιάασθε ἕκαστος·</l><l n="203">σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σʼ ἔτρεφε μήτηρ,</l><l n="204">νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·</l><l n="205">οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν</l><l n="206">αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.</l><l n="207">ταῦτά μʼ ἀγειρόμενοι θάμʼ ἐβάζετε· νῦν δὲ πέφανται</l><l n="208">φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γʼ ἐράασθε.</l><l n="209">ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.</l></q><l n="210"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="211">μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.</l><l n="212">ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι</l><l n="213">δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,</l><l n="214">ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="215">ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ·</l><l n="216">ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι</l><l n="217">νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.</l><l n="218">πάντων δὲ προπάροιθε δύʼ ἀνέρε θωρήσσοντο</l><l n="219">Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες</l><l n="220">πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="221">βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε</l><l n="222">καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα</l><l n="223">θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων</l><l n="224">χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.</l><l n="225">ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος</l><l n="226">οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,</l><l n="227">οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.</l><l n="228">τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ</l><l n="229">πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,</l><l n="230">νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.</l><l n="231">εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον</l><l n="232">οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·</l><q><l n="233">Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων</l><l n="234">Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ</l><l n="235">σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,</l><l n="236">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,</l><l n="237">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,</l><l n="238">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="239">αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,</l><l n="240">ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι</l><l n="241">μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,</l><l n="242">θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ</l><l n="243">εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν</l><l n="244">ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι</l><l n="245">μαίνονθʼ, ὁππότʼ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.</l><l n="246">αὐτὰρ ἐπεί κʼ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,</l><l n="247">ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο</l><l n="248">τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.</l></q><milestone ed="p" n="249" unit="card"/><l n="249"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεύς.</l><l n="250">τῷ δʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·</l><l n="251">νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε</l><l n="252">δῶκε, σόον δʼ ἀνένευσε μάχης ἐξαπονέεσθαι.</l><l n="253">ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ</l></div></div></body></text></TEI>